- 텍스트

Herodotus, The Histories, book 3, chapter 121

(헤로도토스, The Histories, book 3, chapter 121)

οἱ δὲ ἐλάσσονες λέγουσι πέμψαι Ὀροίτεα ἐς Σάμον κήρυκα ὅτευ δὴ χρήματος δεησόμενον οὐ γὰρ ὦν δὴ τοῦτό γε λέγεται, καὶ τὸν Πολυκράτεα τυχεῖν κατακείμενον ἐν ἀνδρεῶνι, παρεῖναι δέ οἱ καὶ Ἀνακρέοντα τὸν Τήιον:? καί κως εἴτ ἐκ προνοίης αὐτὸν κατηλογέοντα τὰ Ὀροίτεω πρήγματα, εἴτε καὶ συντυχίη τις τοιαύτη ἐπεγένετο:

τόν τε γὰρ κήρυκα τὸν Ὀροίτεω παρελθόντα διαλέγεσθαι, καὶ τὸν Πολυκράτεα τυχεῖν γὰρ ἀπεστραμμένον πρὸς τὸν τοῖχον οὔτε τι μεταστραφῆναι οὔτε ὑποκρίνασθαι.?

상위

The Histories

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION