호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί οὖν ὑμῖν πράττειν παραινῶ καὶ τί προστίθημι τῇ Ἀππίου γνώμῃ, μάθετε, ἀλλὰ μὴ προεξαναστῆτε μηδὲ θορυβήσητε, πρὶν ἅπαντα ἀκούσητε, ἃ λέγω.? τοῖς αἱρεθησομένοις ἐπὶ τὴν ἐξέτασιν τῆς χώρας καὶ περιορισμὸν εἴτε δέκα ἀνδράσιν εἴθ ὁσοισδήποτ ἐπιτρέψατε διαγνῶναι, τίνα τ αὐτῆς δεῖ καὶ ὁπόσην κοινὴν εἶναι πάντων καὶ κατὰ πενταετίαν μισθουμένην αὔξειν τὰς τοῦ ταμιείου προσόδους: ὁπόσην τ αὖ καὶ ἥντινα τοῖς δημόταις ἡμῶν διαιρεθῆναι: ἣν δ ἂν ἐκεῖνοι κληροῦχον ἀποδείξωσι γῆν, ὑμᾶς διαγνόντας εἴθ ἅπασιν εἴθ οἷς δὴ οὐκέτ ἔστι κλῆρος εἴτε τοῖς ἐλάχιστον ἔχουσι τίμημα εἴθ ὅπως ἂν βούλησθε κατανεῖμαι:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기