호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐὰν δὲ δημοσιωθέντα ἴδωσι καὶ τὰσ ἀπ’ αὐτῶν προσόδουσ εἰσ τὰ κοινὰ καὶ ἀναγκαῖα δαπανωμένασ, οὐδὲν ὑπολήψονται σφίσι διαφέρειν τῆσ γῆσ ἢ τῶν ἐξ αὐτῆσ καρπῶν μετέχειν. ἐῶ γὰρ λέγειν, ὅτι τῶν ἀπόρων ἐνίουσ μᾶλλον εὐφραίνουσιν αἱ ἀλλότριαι βλάβαι τῶν ἰδίων ὠφελειῶν. οὐ μὴν ἀποχρῆν γ’ οἰόμαι τούτων ἑκάτερον ἐν τῷ ψηφίσματι γράφειν, ἀλλὰ καὶ δι’ ἄλλησ τινὸσ οἰόμαι δεῖν θεραπείασ μετρίασ τὸν δῆμον οἰκειώσασθαί τε καὶ ἀναλαβεῖν· ἣν μετὰ μικρὸν ἐρῶ, τὴν αἰτίαν πρῶτον ὑμῖν ἀποδειξάμενοσ, μᾶλλον δὲ τὴν ἀνάγκην, δι’ ἣν καὶ τοῦτο πρακτέον ἡμῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기