호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γάρ, ἐξ οὗ προσῆλθον εἰσ τὴν φιλίαν ἡμῖν, ταύτην τὴν γῆν κτησάμενοι ἔχομεν, ἀλλὰ παλαίτερον ἔτι τοῖσ ἑαυτῶν κινδύνοισ οὐθενὸσ ἄλλου προσωφελήσαντοσ ἀφελόμενοι τοὺσ ἐχθρούσ. ἀποκρινώμεθά τ’ αὐτοῖσ, ὅτι τὰσ μὲν πρότερον ὑπαρχούσασ ἡμῖν κτήσεισ, ὅσασ ἕκαστοι εἴχομεν, ὅτε τὴν φιλίαν συνετιθέμεθα, ἰδίασ τε καὶ ἀναφαιρέτουσ ἑκάστοισ δεῖ μένειν, ὅσων δ’ ἄν, ἀφ’ οὗ τὰσ συνθήκασ ἐποιησάμεθα, κοινῇ στρατεύσαντεσ ἐκ πολέμου κύριοι γενώμεθα, τούτων ὑπάρξει τὸ ἐπιβάλλον ἑκάστοισ λάχοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기