호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀγαθῆσ γυναικὸσ ἔργον ἐποίησασ, ὦ Οὐολουμνία, μείνασα παρὰ τῇ μητρί μου καὶ οὐκ ἐγκαταλιποῦσα τὴν ἐρημίαν αὐτῆσ ἔμοιγε πασῶν ἡδίστην κεχάρισαι δωρεάν. μετὰ ταῦτα τῶν παιδίων ἑκάτερον προσαγόμενοσ καὶ τοὺσ προσήκοντασ ἀσπασμοὺσ ἀποδούσ, ἐπέστρεψεν αὖθισ πρὸσ τὴν μητέρα καὶ λέγειν ἐκέλευσε, τίνοσ δεομένη πάρεστιν. ἡ δὲ πάντων ἀκουόντων ἔφησεν ἐρεῖν, οὐθενὸσ γὰρ ἀνοσίου δεήσεσθαι, παρεκάλει τ’ αὐτόν, ἐν ᾧ καθεζόμενοσ εἰώθει χωρίῳ δικάζειν τοῖσ ὄχλοισ, ἐν τούτῳ καθίσαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기