호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτ’ εἰπὼν ἄλλ’ οὐθὲν οὔτε διοικησάμενοσ οὔτ’ ἐπιστείλασ οὔθ’ ὅποι πορεύεται φράσασ ἀπῆλθεν ἐκ τῆσ οἰκίασ μόνοσ, ὦ γυναῖκεσ, ἄδουλοσ, ἄποροσ, οὐδὲ τὴν ἐφήμερον ὁ δύστηνοσ ἐκ τῶν ἑαυτοῦ χρημάτων τροφὴν ἐπαγόμενοσ. καὶ τέταρτον ἐνιαυτὸν ἤδη τοῦτον, ἐξ οὗ φεύγει τὴν πατρίδα, πάντασ ἡμᾶσ ἀλλοτρίουσ ἑαυτοῦ νενόμικεν, οὐ γράφων οὐθέν, οὐκ ἐπιστέλλων, οὐ τὰ περὶ ἡμᾶσ εἰδέναι βουλόμενοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기