호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χρόνον μὲν οὖν τινα οὐ πολὺν ἠνέσχοντο οἱ Οὐολοῦσκοι διαρπαζομένων αὐτοῖσ καὶ κειρομένων τῶν ἀγρῶν· ἔπειτα καταφρονήσαντεσ τῶν Ῥωμαίων ὡσ οὐ πολλῇ δυνάμει παρόντων ἐξεβοήθουν ἐκ τῆσ Ἀντιατῶν χώρασ τὰ ὅπλα ἁρπάσαντεσ ἀθρόοι, ταχύτερα μᾶλλον ἢ ἀσφαλέστερα βουλευσάμενοι. εἰ μὲν οὖν ἔφθασαν ἐσκεδασμένοισ τοῖσ Ῥωμαίοισ ἐπιφανέντεσ ἐκ τοῦ ἀπροσδοκήτου, μεγάλην ἂν αὐτῶν εἰργάσαντο τροπήν· νῦν δὲ προαισθόμενοσ τὴν ἔφοδον αὐτῶν ὁ ὕπατοσ διὰ τῶν ἀποσταλέντων ἐπὶ τὰσ κατασκοπάσ, ἀνακλήσει ταχείᾳ τοὺσ ἐν ταῖσ προνομαῖσ ἐσκεδασμένουσ ἀναλαβών, τάξιν αὐτοῖσ ἀπέδωκε τὴν εἰσ πόλεμον ἁρμόττουσαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기