호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρὸς δὲ τούτοις διεξῄεσαν, ὅτι δημεῦσαι τὰ κοινὰ τῆς πόλεως ἐπιβαλόμενος οὔτε τῆς βουλῆς ψηφισαμένης οὔτε τῷ συνυπάτῳ δοκοῦν, βίᾳ κυροῦν ἐμέλλησε τὸν νόμον, ὃς οὐ καθ ἓν τοῦτο μόνον ἦν ἀσύμφορός τε καὶ ἄδικος, ὅτι προβουλεῦσαι δέον τὸ συνέδριον καὶ εἰ δόξειεν ἐκείνῳ κοινὴν ἁπάντων εἶναι τῶν ἐν τέλει τὴν φιλανθρωπίαν ἑνὸς ἀνδρὸς ἐποίει τὴν χάριν:? ἀλλὰ καὶ κατ ἐκεῖνο τὸ πάντων σχετλιώτατον, ὅτι λόγῳ μὲν δόσις ἦν τοῖς πολίταις τῆς δημοσίας χώρας, ἔργῳ δ ἀφαίρεσις, Ῥωμαίων μὲν τῶν κτησαμένων αὐτὴν μίαν μοῖραν ληψομένων, Ἑρνίκων δὲ καὶ Λατίνων, ἧς οὐθὲν αὐτοῖς μετῆν, τὰς δύο:
καὶ ὡς οὐδὲ τοῖς δημάρχοις ἐναντιωθεῖσι καὶ παραλύειν ἐκ τοῦ νόμου θάτερον ἀξιοῦσι μέρος τὸ κατὰ τὴν ἰσομοιρίαν τῶν ἐπηλύδων, ἐπείσθη, ἀλλὰ καὶ δημάρχοις καὶ συνυπάτῳ καὶ βουλῇ καὶ πᾶσι τοῖς ὑπὲρ τοῦ κοινοῦ τὰ κράτιστα βουλευομένοις τἀναντία πράττων διετέλεσε.
ἀφανεῖς.
ὑπαχθείς, οὓς ὁ ἀνὴρ ἐκ πολλῆς παρασκευῆς συγκειμένους διέθετο, οὔτ οἴκτῳ ἐνδοὺς τριῶν μὲν αὐτῷ παίδων μεγάλην παρεχόντων εἰς ἔλεον ἐπικουρίαν, πολλῶν δ ἄλλων συγγενῶν τε καὶ ἑταίρων συνολοφυρομένων, οὔτε τῶν κατὰ πολέμους ἔργων, δι οὓς ἐπὶ μήκιστον ἦλθε τιμῆς φειδὼ λαβών τινα, καταψηφίζεται τὴν δίκην.
οὕτως τ ἄρα ἦν πικρὸς πρὸς τὸ τῆς τυραννίδος ὄνομα, ὥστ οὐδ ἐν τῷ τιμήματι τῆς δίκης μετρίᾳ ὀργῇ ἐχρήσατο πρὸς αὐτόν, ἀλλὰ θανάτου ἐτίμησεν.
εἰσῄει γὰρ αὐτὸν δέος, μὴ φυγὰς ἐλασθεὶς ἐκ τῆς πατρίδος ἀνὴρ στρατηγῆσαι πολέμους τῶν τότε δεινότατος ὅμοια δράσῃ Μαρκίῳ τά τε φίλια διαβάλλων καὶ τὰ ἐχθρὰ συνιστὰς καὶ πόλεμον ἄσπειστον ἐπαγάγῃ τῇ πατρίδι. τοῦτο τὸ τέλος τῆς δίκης λαβούσης ἀγαγόντες οἱ ταμίαι τὸν ἄνδρα ἐπὶ τὸν ὑπερκείμενον τῆς ἀγορᾶς κρημνόν, ἁπάντων ὁρώντων ἔρριψαν κατὰ τῆς πέτρας. αὕτη γὰρ ἦν τοῖς τότε Ῥωμαίοις ἐπιχώριος τῶν ἐπὶ θανάτῳ ἁλόντων ἡ κόλασις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기