호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὄχλου δὲ πλείστου συναχθέντοσ εἰσ τὴν ἀποδειχθεῖσαν ἡμέραν συγκαλέσαντεσ εἰσ ἐκκλησίαν τὸ πλῆθοσ τά τ’ ἐμφανῆ τοῦ ἀνδρὸσ ἔργα ὡσ ἐπ’ οὐδενὶ χρηστῷ γενόμενα διεξῄεσαν· ὅτι Λατίνοισ μὲν πρῶτον, οἷσ ἀπέχρη πολιτείασ κοινῆσ ἀξιωθῆναι μέγα εὐτύχημα ἡγουμένοισ, εἰ καὶ ταύτησ τύχοιεν, οὐ μόνον ἣν ᾔτουν πολιτείαν ὕπατοσ ὢν ἐχαρίσατο, ἀλλ’ ἔτι καὶ τῶν ἐκ τοῦ πολέμου λαφύρων, ἐὰν κοινὴ γένηται στρατεία, τὴν τρίτην ἐψηφίσατο δίδοσθαι· ἔπειθ’ Ἕρνικασ, οὓσ πολέμῳ χειρωθέντασ ἀγαπᾶν ἐχρῆν, εἰ μὴ καὶ τῆσ αὐτῶν χώρασ ἀφαιρέσει τινὶ ζημιωθεῖεν, φίλουσ μὲν ἀνθ’ ὑπηκόων ἐποίησε, πολίτασ δ’ ἀνθ’ ὑποτελῶν, γῆσ τε καὶ λείασ, ἣν ἂν ἐκ παντὸσ κτήσωνται, τὴν ἑτέραν ἔταξε λαμβάνειν τρίτην μερίδα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기