호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα γὰρ οὔτε τοῖσ συμμάχοισ ὡσ ἀδικουμένοισ ὀργῆσ παρέξει δικαίασ προφάσεισ, οὔτε τῷ δήμῳ δέοσ, μὴ δόξῃ τὰ κερδαλεώτερα πρὸ τῶν εὐπρεπεστέρων αἱρεῖσθαι. τῇ τε αἱρέσει τῶν ἀνδρῶν, οὓσ Ἄππιοσ ἠξίου ὁριστὰσ γενέσθαι τῆσ δημοσίασ γῆσ, πάνυ εὐδοκῶ. πολλὴν γὰρ ἡμῖν τοῦτ’ οἴσει παρρησίαν πρὸσ τοὺσ δημοτικούσ, ἐπεὶ νῦν γ’ ἄχθονται κατ’ ἀμφότερα, καὶ ὅτι αὐτοὶ τῶν δημοσίων οὐθὲν ἀπολαύουσι κτημάτων, καὶ ὅτι ἐξ ἡμῶν τινεσ οὐ δικαίωσ αὐτὰ καρποῦνται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기