호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταύτην εἰσηγησαμένου τὴν γνώμην Ἀππίου καὶ σφόδρα δόξαντοσ εὐδοκιμεῖν δεύτεροσ ἐρωτηθεὶσ Αὖλοσ Σεμπρώνιοσ Ἀτρατῖνοσ ἔλεξεν· Ἄππιον μὲν οὐ νῦν ἔχω πρῶτον ἐπαινεῖν, ὡσ φρονῆσαί τε ἱκανώτατον πρὸ πολλοῦ τὰ μέλλοντα καὶ γνώμασ τὰσ καλλίστασ τε καὶ ὠφελιμωτάτασ ἀποδεικνύμενον βέβαιόν τε καὶ ἀμετακίνητον ἐν τοῖσ κριθεῖσι καὶ οὔτε φόβῳ εἴκοντα οὔτε χάρισιν ὑποκατακλινόμενον. ἀεὶ γὰρ ἐπαινῶν αὐτὸν καὶ θαυμάζων διατελῶ τοῦ τε φρονίμου καὶ τῆσ γενναιότητοσ, ἣν παρὰ τὰ δεινὰ ἔχει. γνώμην τ’ οὐχ ἑτέραν, ἀλλὰ καὶ αὐτὸσ ταύτην ἀποδείκνυμαι, μικρὰ ἔτι προσθεὶσ αὐτῇ, ἅ μοι παραλιπεῖν Ἄππιοσ ἐδόκει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기