호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἀκεῖνοσ πολλὰ ἐπαινέσασ αὐτοὺσ καταβιβάζει τ’ ἀπὸ τῶν ἵππων, καὶ σὺν ἑαυτῷ τεταγμένουσ εἶχεν ἐπισκόπουσ τε καὶ ἐπανορθωτὰσ τοῦ κάμνοντοσ ἐσομένουσ· καὶ ἐγένοντο τῆσ τότε νίκησ λαμπρᾶσ σφόδρα γενομένησ οὗτοι Ῥωμαίοισ αἴτιοι. τὸ μὲν γὰρ πεζὸν ἀμφοτέρων πλήθει τ’ ἀνθρώπων ὡσ μάλιστα ἦν καὶ ὁπλισμοῖσ ὁμοιότροπον, τάξεώσ τε κόσμῳ καὶ μάχησ ἐμπειρίᾳ κατά τ’ ἐπαγωγὰσ καὶ ὑποχωρήσεισ πληγάσ τ’ αὖ καὶ φυλακὰσ παραπλήσιον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기