- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 65 9:

(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 65 9:)

φυγὴ δὴ τῶν Ἑρνίκων τὸ μετὰ τοῦτ ἐγίνετο ἐπὶ τὸν χάρακα τεταραγμένη τε καὶ ἄκοσμος, καὶ οἱ Ῥωμαῖοι αὐτοῖς κτείνοντες ἠκολούθουν.? τοσαύτη δ ἄρα προθυμία παρὰ τὸν τότ ἀγῶνα τῇ Ῥωμαίων στρατιᾷ ἐνέπεσεν, ὥστε καὶ τοῦ χάρακος τῶν πολεμίων πειρᾶσθαί τινας ἐπιβαίνειν ὡς ἐξ ἐφόδου χειρωσομένους: ὧν οὐκ ἀσφαλῆ τὴν προθυμίαν οὐδ ἐν τῷ συμφέροντι γιγνομένην ὁρῶν ὁ ὕπατος, σημαίνειν κελεύσας τὸ ἀνακλητικὸν κατεβίβασε τοὺς ὁμόσε χωροῦντας ἄκοντας ἀπὸ τῶν ἐρυμάτων, δείσας, μὴ ἐξ ὑπερδεξιῶν βαλλόμενοι σὺν αἰσχύνῃ τε καὶ μετὰ μεγάλης βλάβης ἀναγκασθῶσιν ὑποχωρεῖν, ἔπειτα καὶ τὴν ἐκ τῆς προτέρας νίκης εὔκλειαν ἀφανίσωσι. τότε μὲν οὖν ἤδη γὰρ ἦν περὶ δύσιν ἡλίου: χαίροντές τε καὶ παιανίζοντες οἱ Ῥωμαῖοι κατεστρατοπέδευσαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION