호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὃ καὶ τῷ ἀνδρὶ ἐκείνῳ συνέβη.? οὐ γὰρ μόνον Οὐολοῦσκοι τὸν θάνατον ἐπένθησαν αὐτοῦ καὶ ὡς τῶν ἀρίστων γενόμενον ἐν τιμῇ ἔχουσιν, ἀλλὰ καὶ Ῥωμαῖοι, ἐπειδὴ τὸ πάθος ἐγνώσθη, μεγάλην συμφορὰν ὑπολαβόντες εἶναι τῆς πόλεως, πένθος ἐποιήσαντο ἰδίᾳ καὶ δημοσίᾳ: καὶ αἱ γυναῖκες αὐτῶν, ἃ νόμος ἐστὶν αὐταῖς ἐπὶ τοῖς ἰδίοις τε καὶ ἀναγκαίοις ποιεῖν κήδεσιν, ἀποθέμεναι χρυσόν τε καὶ πορφύραν καὶ τὸν ἄλλον ἅπαντα κόσμον μέλασιν ἀμφιασμοῖς χρώμεναι τὸν ἐνιαύσιον ἐπένθησαν χρόνον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기