- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 62

(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 62)

εἰ μὲν οὖν ἅμα τοῖς σώμασι διαλυομένοις καὶ τὸ τῆς ψυχῆς, ὁτιδήποτ ἐστὶν ἐκεῖνο, συνδιαλύεται, καὶ οὐδαμῇ οὐθὲν ἔτι ἐστίν, οὐκ οἶδ ὅπως μακαρίους ὑπολάβω τοὺς μηθὲν μὲν ἀπολαύσαντας τῆς ἀρετῆς ἀγαθόν, δι αὐτὴν δὲ ταύτην ἀπολομένους.? καὶ μνήμη μέχρι πλείστου παραμείνασα χρόνου:

ὃ καὶ τῷ ἀνδρὶ ἐκείνῳ συνέβη.

οὐ γὰρ μόνον Οὐολοῦσκοι τὸν θάνατον ἐπένθησαν αὐτοῦ καὶ ὡς τῶν ἀρίστων γενόμενον ἐν τιμῇ ἔχουσιν, ἀλλὰ καὶ Ῥωμαῖοι, ἐπειδὴ τὸ πάθος ἐγνώσθη, μεγάλην συμφορὰν ὑπολαβόντες εἶναι τῆς πόλεως, πένθος ἐποιήσαντο ἰδίᾳ καὶ δημοσίᾳ: καὶ αἱ γυναῖκες αὐτῶν, ἃ νόμος ἐστὶν αὐταῖς ἐπὶ τοῖς ἰδίοις τε καὶ ἀναγκαίοις ποιεῖν κήδεσιν, ἀποθέμεναι χρυσόν τε καὶ πορφύραν καὶ τὸν ἄλλον ἅπαντα κόσμον μέλασιν ἀμφιασμοῖς χρώμεναι τὸν ἐνιαύσιον ἐπένθησαν χρόνον. ἐτῶν δὲ μετὰ τὸ πάθος ὁμοῦ τι πεντακοσίων ἤδη διαγεγονότων εἰς τόνδε τὸν χρόνον οὐ γέγονεν ἐξίτηλος ἡ τοῦ ἀνδρὸς μνήμη, ἀλλ ᾅδεται καὶ ὑμνεῖται πρὸς πάντων ὡς εὐσεβὴς καὶ δίκαιος ἀνήρ.

ἐκ βάθρων, τοιούτου τέλους ἔτυχεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION