- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 61

(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 61)

ἐκείνῳ γ οὖν ταύτας ὁ δαίμων τὰς ἀρετὰς χαρισάμενος ἑτέρας οὐκ εὐτυχεῖς κῆράς τε καὶ ἄτας προσῆψε.? τὸ γὰρ πρᾳὺ καὶ φαιδρὸν οὐκ ἐπῆν αὐτοῦ τοῖς τρόποις, οὐδὲ τὸ θεραπευτικὸν τῶν πέλας ἔν τ ἀσπασμοῖς καὶ προσαγορεύσεσιν, οὐδὲ δὴ τὸ εὐδιάλλακτον καὶ μετριοπαθές, ὁπότε δι ὀργῆς τῳ γένοιτο, οὐδὲ ἡ πάντα τὰ ἀνθρώπινα ἐπικοσμοῦσα χάρις: ἀλλ ἀεὶ πικρὸς καὶ χαλεπὸς ἦν. ταῦτά τε δὴ αὐτὸν ἐν πολλοῖς ἔβλαψε, καὶ πάντων μάλιστα ἡ περὶ τὰ δίκαια καὶ τὴν φυλακὴν τῶν νόμων ἄκρατός τε καὶ ἀπαράπειστος καὶ οὐθὲν τῷ ἐπιεικεῖ διδοῦσα ἀποτομία: ἐοίκέ τ ἀληθὲς εἶναι τὸ ὑπὸ τῶν ἀρχαίων λεγόμενον φιλοσόφων, ὅτι μεσότητές εἰσιν, ἀλλ οὐκ ἀκρότητες αἱ τῶν ἠθῶν ἀρεταί, μάλιστα δ ἡ δικαιοσύνη.

μεγάλων συμφορῶν, καὶ εἰς θανάτους οἰκτροὺς καὶ λύμας ἀνηκέστους καταστρέφουσα.

Μάρκιόν γ οὐδὲν ἦν ἕτερον ἄρα, ὃ τῆς πατρίδος ἐξήλασε καὶ τῶν ἄλλων ἀγαθῶν ἀνόνητον ἐποίησεν, ἢ τὸ ἀκριβὲς καὶ ἄκρον δίκαιον.

τοῖς τε γὰρ δημόταις εἴκειν τὰ μέτρια δέον καὶ ἐφιέναι τι ταῖς ἐπιθυμίαις καὶ τὰ πρῶτα φέρεσθαι παρ αὐτοῖς, οὐκ ἠβουλήθη, ἀλλὰ πρὸς ἅπαντα τὰ μὴ δίκαια ἀντιλέγων μῖσος ἤγειρε καὶ ἐξηλάσθη πρὸς αὐτῶν: ἀδικῶν τὴν κατὰ νόμους ὑποσχεῖν δίκην, τῆς ἄκρας δικαιοσύνης οὐ καλοὺς ἀπέλαβε μισθούς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION