호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑπολιπόμενοσ ἀπέλυσεν ἐπὶ τὰ οἰκεῖα. ἡ μὲν οὖν κοινωνήσασα τῶν ἀγώνων αὐτῷ στρατιὰ πλούτῳ βαρεῖ̓ ἀφικομένη τήν τ’ ἀνάπαυλαν οὐκ ἀηδῶσ ἐδέξατο τοῦ πολέμου καὶ δι’ εὐνοίασ εἶχε τὸν ἄνδρα, συγγνώμησ τ’ ἄξιον ἡγεῖτο, εἰ μὴ τέλοσ ἐπέθηκε τῷ πολέμῳ μητρὸσ οἴκτουσ καὶ λιτὰσ ἐντραπείσ. ἡ δ’ ἐν ταῖσ πόλεσιν ὑπομείνασα νεότησ φθονοῦσα μὲν τοῖσ ἐπὶ στρατοπέδου γενομένοισ τῶν πολλῶν ὠφελειῶν, διημαρτηκυῖα δ’ ὧν ἤλπισεν, εἰ καθαιρεθείη τὸ Ῥωμαίων φρόνημα τῆσ πόλεωσ ἁλούσησ, ἐτραχύνετο πρὸσ τὸν ἡγεμόνα καὶ πικρὰ σφόδρα ἦν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기