호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τότε μὲν οὖν τὰ μάλιστα ἠτύχουν στάσεωσ πολιτικῆσ μέσον ὁρῶσά σε κείμενον. ἐν οἷσ γὰρ ἀνθεῖν ἐδόκεισ πολιτεύμασι καὶ πολὺσ ἔπνεισ ἐναντιούμενοσ ὑπὲρ τῆσ ἀριστοκρατίασ τοῖσ δημοτικοῖσ, ταῦτ’ ἐμοὶ φόβου μεστὰ ἦν ἐνθυμουμένῃ τὸν ἀνθρώπινον βίον, ὡσ ἐπὶ μικρᾶσ αἰωρεῖται ῥοπῆσ, καὶ ἐκ πολλῶν ἀκουσμάτων τε καὶ παθημάτων μαθούσῃ, ὅτι τοῖσ ἐπισήμοισ ἀνδράσι θεία τισ ἐναντιοῦται νέμεσισ ἢ φθόνοσ τισ ἀνθρώπινοσ πολεμεῖ· καὶ ἦν ἄρα μάντισ ἀληθὴσ ὡσ μήποτε ὤφελον τῶν ἐκβησομένων. κατηγωνίσατό γ’ οὖν σε πολὺσ ἐπιρράξασ ὁ πολιτικὸσ φθόνοσ καὶ ἀνήρπασεν ἐκ τῆσ πατρίδοσ· ὁ δὲ μετὰ ταῦτά μου βίοσ, εἰ δὴ καὶ βίον αὐτὸν δεῖ καλεῖν, ἀφ’ οὗ με καταλιπὼν ἔρημον ἐπὶ τοῖσ παιδίοισ τούτοισ ἀπῆλθεσ, ἐν τούτῳ δεδαπάνηται τῷ ῥύπῳ καὶ ἐν τοῖσ πενθίμοισ τρύχεσι τούτοισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기