호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἱ γυναῖκεσ, ὦ Μάρκιε τέκνον, τὰσ ὕβρεισ ἐνθυμούμεναι καὶ τὰσ ἄλλασ συμφορὰσ τὰσ συμβησομένασ αὐταῖσ, ἐὰν ἡ πόλισ ἡμῶν ὑπὸ τοῖσ πολεμίοισ γένηται, πᾶσαν ἄλλην ἀπογνοῦσαι βοήθειαν, ἐπειδὴ τοῖσ ἀνδράσιν αὐτῶν ἀξιοῦσι διαλύσασθαι τὸν πόλεμον αὐθάδεισ καὶ σκληρὰσ ἔδωκασ ἀποκρίσεισ, ἄγουσαι τὰ τέκνα καὶ τοῖσ πενθίμοισ τούτοισ ἠμφιεσμέναι τρύχεσι κατέφυγον ἐπ’ ἐμέ, τὴν σὴν μητέρα, καὶ Οὐολουμνίαν, τὴν σὴν γυναῖκα, δεόμεναι, μὴ περιιδεῖν αὐτὰσ τὰ μέγιστα τῶν ἐν ἀνθρώποισ κακῶν ὑπὸ σοῦ παθούσασ· οὐθὲν μὲν οὔτε μεῖζον οὔτ’ ἔλαττον εἰσ ἡμᾶσ ἐξαμαρτοῦσαι, πολλὴν δὲ καί, ὅτ’ εὐτυχοῦμεν, εὔνοιαν ἔτι παρασχόμεναι, καί, ὅτ’ ἐπταίσαμεν, συμπάθειαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기