호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ δ’ ἐπῄνεσαν αἱ παροῦσαι τὸν λόγον, εὐξαμένη τοῖσ θεοῖσ πειθὼ καὶ χάριν αὐτῶν περιθεῖναι τῇ δεήσει προῆλθεν ἐκ τοῦ τεμένουσ, αἱ δ’ ἠκολούθουν. καὶ μετὰ τοῦτο παραλαβοῦσαι τὰσ ἄλλασ γυναῖκασ ἐπορεύοντο ἐπὶ τὴν οἰκίαν τῆσ Μαρκίου μητρὸσ ἀθρόαι. ἰδοῦσα δ’ αὐτὰσ προσιούσασ ἡ τοῦ Μαρκίου γυνὴ Οὐολουμνία πλησίον καθημένη τῆσ ἑκυρᾶσ ἐθαύμασέ τε καὶ εἶπε· τίνοσ δεόμεναι, γυναῖκεσ, ἐληλύθατε κατὰ πλῆθοσ εἰσ οἰκίαν δύστηνον καὶ ταπεινήν;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기