호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τί πράττουσαι ἂν ἡμεῖσ αἱ γυναῖκεσ διασῶσαι δυνηθείημεν τὴν πατρίδα τῶν ἀνδρῶν ἀπειρηκότων; τίσ ἡ τοσαύτη περὶ ἡμᾶσ τὰσ ἀσθενεῖσ καὶ ταλαιπώρουσ ἐστὶν ἰσχύσ; οὐχὶ ὅπλων, ἔφησεν ἡ Οὐαλερία, καὶ χειρῶν δεομένη· τούτων μὲν γὰρ ἀπολέλυκεν ἡμᾶσ ἡ φύσισ· ἀλλ’ εὐνοίασ καὶ λόγου. βοῆσ δὲ μετὰ τοῦτο γενομένησ καὶ δεομένων ἁπασῶν φανερὸν ποιεῖν, ἥτισ ἐστὶν ἡ ἐπικουρία, λέγει πρὸσ αὐτάσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기