- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 38

(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 38)

ταῦτα δὲ πράττοντες καὶ παρασκευαζόμενοι τῆς τ ἐλπίδος οὔπω ἀφιστάμενοι ὡς δυνατὸν ὑπάρχον ἔτι μεταπεισθῆναι τὸν Μάρκιον, εἰ μείζονι καὶ τιμιωτέρᾳ πρεσβείᾳ δεηθεῖεν αὐτοῦ, ψηφίζονται τούς θ ἱεροφάντας καὶ τοὺς οἰωνοσκόπους καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοι τιμήν τινα ἱερὰν ἢ λειτουργίαν περὶ τὰ θεῖα δημοτελῆ λαβόντες εἶχον:? εἰσὶ δὲ παρ αὐτοῖς ἱερεῖς καὶ θεραπευταὶ θεῶν πάνυ πολλοὶ καὶ αὐτοὶ οὗτοι διαφανέστατοι τῶν ἄλλων κατά τ οἴκους πατέρων καὶ ἀρετῆς οἰκείας ἀξίωσιν: τῶν ὀργιαζομένων τε καὶ θεραπευομένων θεῶν τὰ σύμβολα καὶ τὰς ἱερὰς ἀμπεχομένους ἐσθῆτας ἀθρόους ἐπὶ τὸν χάρακα τῶν πολεμίων πορεύεσθαι τοὺς αὐτοὺς φέροντας τοῖς προτέροις λόγους.

ὡς δ ἀφίκοντο οἱ ἄνδρες καὶ ἔλεξαν, ὅσα ἡ βουλὴ αὐτοῖς ἐπέστελλεν, οὐδὲ τούτοις ἔδωκεν ὁ Μάρκιος ἀπόκρισιν ὑπὲρ ὧν ἠξίουν, ἀλλ ἢ τὰ κελευόμενα ποιεῖν συνεβούλευεν ἀπιόντας, εἰ θέλουσιν εἰρήνην ἄγειν, ἢ προσδέχεσθαι τὸν πόλεμον ἥξοντα πρὸς τὴν πόλιν, καὶ τὸ λοιπὸν ἀπεῖπε μὴ διαλέγεσθαι πρὸς αὐτόν.

οἷς ἔτι τὰ σώματα ἱκανὰ ἦν κακοπαθεῖν, ἐπὶ τοῖς τείχεσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION