호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἴθι δὴ σκόπει καὶ τὰ παρὰ θεῶν, Μηνύκιε, οἱά῀ μοι νῦν τ ἀπήντηται καί, ἐὰν ἄρα πεισθεὶς ὑμῖν προδῶ τὴν τούτων πίστιν, οἱᾶ τὸν λοιπὸν ὑπάρξει μοι βίον.? νῦν μέν γε πάσης πράξεως, ἧς ἂν ἅψωμαι καθ ὑμῶν, συλλαμβάνουσί μοι, καὶ οὐδεμιᾶς πείρας ἀποτυγχάνω. καὶ τοῦτο πηλίκον οἰέσθε εἶναι τεκμήριον εὐσεβείας τῆς ἐμῆς·
εἰ γὰρ δὴ κατὰ τῆς πατρίδος οὐχ ὅσιον ἐγὼ πόλεμον ἐνεστησάμην, ἅπαντα χρῆν ἐναντία μοι γίνεσθαι τὰ παρὰ θεῶν:
ὁπότε δ οὐρίῳ πνεούσῃ κέχρημαι τῇ περὶ τοὺς πολέμους τύχῃ, καὶ ὁπόσοις ἂν ἐπιβάλωμαι πράγμασι κατ ὀρθὸν ἅπαντά μοι χωρεῖ, δῆλον ὅτι εὐσεβής εἰμι ἀνὴρ καὶ πράξεις προῄρημαι καλάς. τί οὖν, ἐὰν μεταβάλωμαι καὶ τὰ μὲν ὑμέτερα αὔξειν, τὰ δὲ τούτων ταπεινὰ ποιεῖν ζητῶ, γενήσεταί μοι· ἆρ οὐχὶ τἀναντία, καὶ πονηρὰν νέμεσιν ἕξω παρὰ τοῦ δαιμονίου τοῖς ἠδικημένοις τιμωρόν, καὶ ὥσπερ ἐκ ταπεινοῦ μέγας διὰ τοὺς θεοὺς ἐγενόμην, οὕτως αὖθις ἐκ μεγάλου ταπεινὸς γενήσομαι, καὶ τἀμὰ παθήματα παιδεύματα γενήσεται τοῖς ἄλλοις·
μοι παρακολουθήσειν ψυχήν τε καὶ σῶμα αἰκιζομένας, ὅταν ἐγκαταλίπω καὶ προδῶ τοὺς σώσαντάς με ἀπολωλότα ὑφ ὑμῶν καὶ μετὰ τοῦ σῶσαι πολλὰς καὶ καλὰς προσθέντας εὐεργεσίας, οἷς ἐγγυητὰς ἔδωκα θεούς, ὡς ἐπ οὐδενὶ κακῷ τὴν ἄφιξιν ποιησάμενος καὶ φυλάξων τὴν εἰς τόδε χρόνου καθαρὰν καὶ ἀμίαντον συνοῦσάν μοι πίστιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기