호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιαῦτα διεξελθόντος τοῦ Μηνυκίου μικρὸν ἐπισχὼν ὁ Μάρκιος εἶπε:? οὔτε φίλους εὖ ποιεῖν δυνάμενον ἔτι οὔτ ἐχθροὺς κακῶς, ἀλλὰ χρηστοὶ καὶ βέβαιοι διεμείνατε φίλοι μητρός τε τῆς ἐμῆς κηδόμενοι καὶ γυναικὸς καὶ τέκνων, καὶ τὰς συμφορὰς αὐτοῖς κουφοτέρας ποιοῦντες ταῖς ἰδίαις ἐπιμελείαις.
τοῖς δ ἄλλοις Ῥωμαίοις ἀπέχθομαί τ ὡς δύναμαι μάλιστα καὶ οὐδέποτε μισῶν αὐτοὺς παύσομαι:
οἵ με ἀντὶ πολλῶν καὶ καλῶν ἔργων, ἐφ οἱς τιμᾶσθαι προσῆκεν, ὡς τὰ μέγιστα ἐξημαρτηκότα περὶ τὸ κοινὸν αἰσχρῶς ἐξήλασαν ἐκ τῆς πατρίδος, οὔτε μητέρα αἰδεσθέντες τὴν ἐμὴν οὔτε παιδία ἐλεήσαντες οὔτ ἄλλο πάθος ἥμερον οὐδὲν ἐπὶ ταῖς ἐμαῖς λαβόντες τύχαις. μαθόντες δὲ τοῦτο, εἰ μὲν αὐτοὶ δεῖσθέ του παρ ἡμῶν, λέγετε μηθὲν ὀκνοῦντες, ὡς οὐθενὸς ἀτυχήσοντες τῶν δυνατῶν, περὶ δὲ φιλίας καὶ διαλλαγῶν, ἃς ἀξιοῦτέ με ποιήσασθαι πρὸς τὸν δῆμον ἐπὶ ταῖς ἐλπίσι τῆς καθόδου, παύσασθε διαλεγόμενοι.
τοιαύτην κατελθεῖν πόλιν, ἐν ᾗ τὰ μὲν τῆς ἀρετῆς ἆθλα ἡ κακία φέρεται, τὰς δὲ τῶν κακούργων τιμωρίας οἱ μηδὲν ἡμαρτηκότες ὑπομένουσιν.
ἐπεί, φέρε, πρὸς θεῶν εἴπατέ μοι, τίνος ἀδικήματος αἰτίᾳ ταύτης ἐγὼ πεπείραμαι τῆς τύχης, ἢ ποῖον ἐπιτηδεύσας ἔργον ἀνάξιον τῶν ἐμαυτοῦ προγόνων·
πρώτην ἐστρατευσάμην ἔξοδον κομιδῇ νέος ὤν, ὅτε πρὸς τοὺς βασιλεῖς βίᾳ κατιόντας ἠγωνιζόμεθα. ἐκ ταύτης τῆς μάχης ἀριστείοις ἀνεδούμην ὑπὸ τοῦ στρατηγοῦ στεφάνοις πολίτην ὑπερασπίσας καὶ πολέμιον ἀποκτείνας. ἔπειθ ὅσας ἄλλας ἱππικὰς καὶ πεζικὰς ἠγωνισάμην μάχας, ἐπιφανὴς ἐν ἁπάσαις ἐγενόμην καὶ τἀριστεῖα ἐξ ἁπασῶν ἔλαβον:
οὔτε πόλις ἐκ τειχομαχίας ἑάλω τις, ἧς οὐκ ἐγὼ πρῶτος ἐπέβην ἢ μόνος ἢ σὺν ὀλίγοις, οὔτε φυγὴ πολεμίων ἐκ παρατάξεως ἐγένετο, ἧς οὐκ ἐμὲ αἰτιώτατον γενέσθαι πάντες οἱ παρόντες ὡμολόγουν, οὔτ ἄλλο τῶν λαμπρῶν ἢ γενναίων ἐν πολέμοις ἔργων οὐθὲν ἄνευ τῆς ἐμῆς εἴτ εὐτολμίας εἴτ εὐτυχίας ἐπράχθη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기