호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φέρε δή, τίς ἂν εἰήν ἀνήρ, εἰ δόξης καὶ τιμῶν, ὧν προσῆκέ μοι παρὰ τοῖς ἐμαυτοῦ πολίταις τυγχάνειν, παρὰ τῶν εὖ παθόντων ἀποστερηθείς, πρὸς δὲ τούτοις πατρίδος τε καὶ οἴκου καὶ φίλων καὶ θεῶν πατρῴων καὶ τάφων προγονικῶν καὶ παντὸς ἄλλου ἀπελασθεὶς ἀγαθοῦ, παρ ὑμῖν δ ἅπαντα ταῦθ εὑρών, οἷς ἐκείνων χάριν ἐπολέμουν, εἰ μὴ γενοίμην χαλεπὸς μὲν οἷς ἀντὶ πολιτῶν ἐχθροῖς κέχρημαι, χρηστὸς δ οἷς ἀντὶ πολεμίων φίλοις·? ἀλλ ἔγωγ οὐδ ἐν ἀνδρὸς μοίρᾳ θείην ἄν, ὅστις μήτε τὸ πολεμοῦν δι ὀργῆς ἔχει μήτε τὸ σῶζον ἑαυτὸν δι εὐνοίας. πατρίδα θ ἡγοῦμαι οὐ τὴν ἀπαρνησαμένην με πόλιν, ἀλλ ἧς ἀλλότριος ὢν πολίτης γέγονα, γῆν τ οὐκ ἐν ᾗ ἠδίκημαι φίλην, ἀλλ ἐν ᾗ τὸ ἀσφαλὲς ἔχω.
καὶ ἂν θεός τε συλλαμβάνῃ καὶ τὰ ὑμέτερα ὡς εἰκὸς πρόθυμα ᾖ, μεγάλην καὶ ταχεῖαν ἐλπίζω γενήσεσθαι τὴν μεταβολήν.
εὖ γὰρ ἴστε, ὅτι πολλῶν ἤδη πολεμίων πειραθέντες Ῥωμαῖοι οὐθένας μᾶλλον ἔδεισαν ὑμῶν, οὐδ ἐστίν, ἐφ ᾧ μᾶλλον σπουδάζοντες διατελοῦσιν ἢ ὅπως τὸ ὑμέτερον ἔθνος ἀσθενὲς ἀποδείξουσι. καὶ διὰ τοῦτο τὰς μὲν πολέμῳ λαβόντες ὑμῶν ἔχουσι πόλεις, τὰς δὲ φιλίας ἐλπίδι παρακρουσάμενοι, ἵνα μὴ καθ ἓν ἅπαντες γενόμενοι κοινὸν ἐξενέγκητε κατ αὐτῶν πόλεμον.
νυνί, ῥᾳδίως αὐτῶν τὸ κράτος παύσετε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기