호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦθ ὁρῶντες οἱ πονηρότατοι τοῦ πλήθους ἐκεῖνοι προστάται πρώτους ἔγνωσαν ἡμᾶς τοὺς φανερώτατα ἐναντιουμένους σφίσιν ἐκποδὼν ποιήσασθαι, οὐχ ἅμ ἀμ ἀμφοτέροις ἐπιχειρήσαντες, ἵνα μὴ ἐπίφθονόν τε καὶ βαρὺ τὸ πρᾶγμα γένηται, ἀλλ ἀπ ἐμοῦ τοῦ νεωτέρου τε καὶ εὐμεταχειριστοτέρου ἀρξάμενοι.? τὸ μὲν οὖν πρῶτον ἄκριτόν με ἐπεχείρησαν ἀπολέσαι, ἔπειτ ἔκδοτον παρὰ τῆς βουλῆς ἠξίουν ἐπὶ θανάτῳ λαβεῖν: ἀποτυχόντες δ ἀμφοτέρων προὐκαλέσαντο ἐπὶ δίκην, ἣν αὐτοὶ δικάσειν ἔμελλον, τυραννίδος ἐπιβαλόντες αἰτίαν. καὶ οὐδὲ τοῦτ ἔμαθον, ὅτι δήμῳ τύραννος οὐδεὶς πολεμεῖ μετὰ τῶν ἀρίστων συστάς, ἀλλὰ τἀναντία μετὰ τοῦ δήμου τὸ κράτιστον ἐκ τῆς πόλεως ἀναιρεῖ μέρος:
ὃ πάντες ὁμολογοῦσι πονηρότατον εἶναι καὶ ἐπ ἐμοῦ πρώτου καὶ μόνου γενόμενον, ἐν ᾧ πλέον ἔχειν ἔμελλον οἱ θῆτες καὶ ἀνέστιοι καὶ τοῖς ἀλλοτρίοις ἐπιβουλεύοντες βίοις τῶν ἀγαθῶν καὶ δικαίων καὶ τὰ κοινὰ σώζεσθαι βουλομένων.
τοσοῦτο δ ἄρα μοι περιῆν τοῦ μηδὲν ἀδικεῖν, ὥστ ἐν ὄχλῳ κρινόμενος, οὗ τὸ πλέον μισόχρηστον ἦν καὶ διὰ τοῦτ ἐχθρὸν ἐμοί, δυσὶ μόνον ἑάλων ψήφοις ἀποτιθεμένων τὴν ἐξουσίαν τῶν δημάρχων, εἰ μὴ καταδικασθείην ἐγώ, καὶ τὰ ἔσχατα πείσεσθαι πρὸς ἐμοῦ λεγόντων καὶ πάσῃ σπουδῇ καὶ προθυμίᾳ παρὰ τὸν ἀγῶνα κατ ἐμοῦ χρησαμένων.
τοιαῦτα δὴ πεπονθὼς ἐγὼ πρὸς τῶν ἐμαυτοῦ πολιτῶν ἀβίωτον ἡγησάμην τὸν λοιπὸν ἔσεσθαί μοι βίον, εἰ μὴ λάβοιμι παρ αὐτῶν δίκας:
Ῥωμαίων ἠδικημένους καὶ μάλιστ αὐτοῖς ἀπεχθομένους, ἵνα κοινῇ μεθ ὑμῶν τιμωρησαίμην αὐτούς, ὅση μοι δύναμις, λόγοις τ, ἔνθα δεῖ λόγων, καὶ ἔργοις, ὅταν ἔργων δέῃ.
χάριν τε τὴν μεγάλην ὑμῖν οἶδα τῆς θ ὑποδοχῆς μου καὶ ἔτι μᾶλλον τῆς τιμῆς, ᾗ με τιμᾶτε οὐθὲν οὔτε μνησικακήσαντες οὔθ ὑπολογισάμενοι ὧν ὑπ ἐμοῦ πολεμίου ποτὲ ὄντος ἐπάθετε κατὰ τοὺς πολέμους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기