- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 43

(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 43)

παυσαμένης δ αὐτῆς τοσοῦτος ὀδυρμὸς ἐκ τῶν παρουσῶν γυναικῶν ἐγένετο, καὶ τηλικαύτη κατέσχε τὸν οἶκον οἰμωγή, ὥστ ἐπὶ πολὺ ἐξακουσθῆναι τῆς πόλεως τὴν βοὴν καὶ μεστοὺς γενέσθαι τοὺς ἐγγὺς τῆς οἰκίας στενωποὺς ὄχλου.? ἔπειθ ἥ τε Οὐαλερία πάλιν ἑτέρας ἐξέτεινε μακρὰς καὶ συμπαθεῖς δεήσεις, αἵ τ ἄλλαι γυναῖκες αἱ κατὰ φιλίαν ἢ συγγένειαν ἑκατέρᾳ τῶν γυναικῶν προσήκουσαι, καὶ παρέμενον λιπαροῦσαί τε καὶ γονάτων ἁπτόμεναι, ὥστ οὐκ ἔχουσα, ὅ τι πάθῃ πρὸς τοὺς ὀδυρμοὺς αὐτῶν καὶ τὰς πολλὰς δεήσεις, εἶξεν ἡ Οὐετουρία καὶ τελέσειν τὴν πρεσβείαν ὑπὲρ τῆς πατρίδος ὑπέσχετο τήν τε γυναῖκα τοῦ Μαρκίου παραλαβοῦσα καὶ τὰ τέκνα καὶ τῶν ἄλλων πολιτίδων τὰς βουλομένας.

αἱ μὲν δὴ περιχαρεῖς γενόμεναι καὶ τοὺς θεοὺς ἐπικαλεσάμεναι συλλαβέσθαι σφίσι τῆς ἐλπίδος ἀπῄεσαν ἐκ τῆς οἰκίας καὶ προσήγγειλαν τὰ γενόμενα τοῖς ὑπάτοις:

οἱ δὲ τὴν προθυμίαν αὐτῶν ἐπαινέσαντες συνεκάλουν τὴν βουλὴν καὶ περὶ τῆς ἐξόδου τῶν γυναικῶν, εἰ συγχωρητέον αὐταῖς, γνωμηδὸν ἐπυνθάνοντο.

πολλοὶ μὲν οὖν ἐλέχθησαν καὶ παρὰ πολλῶν λόγοι, καὶ μέχρι τῆς ἑσπέρας διετέλεσαν ὅ τι χρὴ ποιεῖν βουλευόμενοι. οἱ μὲν γὰρ οὐ μικρὸν ἀπέφαινον εἶναι τῇ πόλει κινδύνευμα γυναῖκας ἅμα τέκνοις εἰς πολεμίων στρατόπεδον πορευομένας ἐᾶσαι:

εἰ γὰρ αὐτοῖς ὑπεριδοῦσι τῶν νενομισμένων ὁσίων περί τε πρεσβείας καὶ ἱκεσίας δόξειε μηκέτι προίεσθαι τὰς γυναῖκας, ἀμαχητὶ σφῶν ἁλώσεσθαι τὴν πόλιν: ἠξίουν τ αὐτὰς μόνον ἐᾶσαι τὰς προσηκούσας τῷ Μαρκίῳ γυναῖκας ἅμα τοῖς τέκνοις αὐτοῦ πορευομένας. ἕτεροι δ οὐδὲ ταύταις ᾤοντο δεῖν ἐπιτρέπειν τὴν ἔξοδον, ἐπιμελῶς δὲ καὶ ταύτας παρῄνουν φυλάττειν, ὅμηρα νομίσαντας ἔχειν παρὰ τῶν πολεμίων ἐχέγγυα τοῦ μηδὲν τὴν πόλιν ἀνήκεστον ὑπ αὐτῶν παθεῖν.

οἱ δὲ πάσαις συνεβούλευον συγχωρῆσαι ταῖς βουλομέναις γυναιξὶ τὴν ἔξοδον, ἵνα σὺν μείζονι ἀξιώματι αἱ τῷ Μαρκίῳ προσήκουσαι ποιήσωνται τὴν ὑπὲρ τῆς πατρίδος δέησιν. τοῦ δὲ μηθὲν αὐταῖς συμβήσεσθαι δεινὸν ἐγγυητὰς ἀπέφαινον ἐσομένους θεοὺς μὲν πρῶτον, οἷς καθοσιωθεῖσαι τὰς ἱκεσίας ποιήσονται:

ἔπειτα τὸν ἄνδρα αὐτόν, πρὸς ὃν ἔμελλον πορεύεσθαι, πάσης ἀδίκου τε καὶ ἀνοσίου πράξεως καθαρὸν καὶ ἀμίαντον ἐσχηκότα τὸν βίον. ἐνίκα δ ὅμως ἡ συγχωροῦσα γνώμη ταῖς γυναιξὶ τὴν ἔξοδον μέγιστον ἀμφοῖν ἐγκώμιον ἔχουσα, τῆς μὲν βουλῆς τοῦ φρονίμου, ὅτι τὰ κράτιστα καὶ γενησόμενα προείδετο οὐδὲν ὑπὸ τοῦ κινδύνου τηλικοῦδε ὄντος ἐπιταραχθεῖσα:

τοῦ δὲ Μαρκίου τῆς εὐσεβείας, ὅτι πολέμιος ὤν ἐπιστεύετο μηδὲν ἀσεβήσειν εἰς τὸ ἀσθενέστατον τῆς πόλεως μέρος κύριος αὐτοῦ καταστάς.

ὡς δὲ τὸ προβούλευμα ἐγράφη, προελθόντες οἱ ὕπατοι εἰς τὴν ἀγορὰν καὶ συναγαγόντες ἐκκλησίαν σκότους ὄντος ἤδη τὰ δόξαντα τῷ συνεδρίῳ διεσάφησαν καὶ προεῖπον ἥκειν ἅπαντας ἑώθεν ἐπὶ τὰς πύλας προπέμψοντας ἐξιούσας τὰς γυναῖκας:

αὐτοὶ δὲ τῶν κατεπειγόντων ἔλεγον ἐπιμελήσεσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION