- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 63

(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 63)

ἡμέραις δ ὀλίγαις ὕστερον ἐξελθόντες εἰς τὴν ὕπαιθρον Ῥωμαῖοι πολλῇ στρατιᾷ τῶν ὑπάτων ἀγόντων ἀμφοτέρων, καὶ προελθόντες ἄχρι τῶν ὁρ´ων τῆς σφετέρας κατεστρατοπέδευσαν ἐπὶ λόφοις δυσίν, ἴδιον ἑκατέρου τῶν ὑπάτων στρατόπεδον ἐπὶ τοῖς ἐρυμνοτάτοις καταστησαμένου.? οὐ μὴν ἔδρασάν γε οὐδὲν οὔτε μεῖζον οὔτ ἔλαττον, ἀλλ ἀνέστρεψαν ἄπρακτοι, καίτοι καλὰς ἀφορμὰς δόντων αὐτοῖς τῶν πολεμίων δρᾶσαί τι γενναῖον. πρότεροι γὰρ ἔτι τούτων Οὐολοῦσκοί τε καὶ Αἰκανοὶ στρατὸν ἐπὶ τὴν Ῥωμαίων γῆν ἤγαγον γνώμην ποιησάμενοι μὴ ἀνεῖναι τὸν καιρόν, ἀλλ, ἑώς ἔτι καταπεπλῆχθαι τὸ ἀντίπαλον ἐδόκουν, χωρεῖν ἐπ αὐτό, ὡς καὶ ἑκούσιον διὰ δέος παραστησόμενον.

στασιάσαντες δὲ περὶ τῆς ἡγεμονίας κατ ἀλλήλων τὰ ὅπλα ἡρ´πασαν καὶ συμπεσόντες ἐμάχοντο, οὔτε κατὰ τάξιν οὔτ ἐκ παραγγέλματος, ἀλλὰ φύρδην καὶ ἀναμίξ, ὥστε πολὺν ἐξ ἀμφοῖν γενέσθαι φόνον: καὶ εἰ μὴ δὺς ὁ ἥλιος ἔφθασεν, ἅπασαι ἂν αὐτῶν αἱ δυνάμεις διεφθάρησαν.

τῇ δὲ νυκτὶ λυούσῃ τὸ νεῖκος ἀκούσιοι εἴξαντες διεκρίθησάν τ ἀπ ἀλλήλων καὶ ἐπὶ τοὺς ἰδίους χάρακας ἀπηλλάγησαν: ἑώθεν δ ἀναστήσαντες τὰς δυνάμεις ἀπῄεσαν ἑκάτεροι ἐπὶ τὰ σφέτερα. ἐκ πολλῶν καὶ ἀτάκτους χωροῦντας ἀκραιφνεῖς αὐτοὶ καὶ σὺν κόσμῳ ἑπόμενοι ῥᾳδίως ἂν διέφθειραν πασσυδί.

λύσαντες δὲ καὶ αὐτοὶ τοὺς χάρακας ἀπῄεσαν εἰς τὴν πόλιν:

εἴτ ἀρκούμενοι τῷ παρὰ τῆς τύχης δοθέντι ἀγαθῷ, εἴτ οὐ πιστεύοντες ἀνασκήτῳ στρατιᾷ τῇ σφετέρᾳ, εἴτε περὶ πολλοῦ ποιούμενοι τὸ μηδ ὀλίγους τῶν σφετέρων ἀποβαλεῖν. ἀφικόμενοι δ εἰς τὴν πόλιν ἐν αἰσχύνῃ πολλῇ ἦσαν δειλίας δόξαν ἐπὶ τῷ ἔργῳ φερόμενοι: καὶ οὐδεμίαν ἔξοδον ἔτι ποιησάμενοι παρέδοσαν τοῖς μεθ ἑαυτοὺς ὑπάτοις τὴν ἀρχήν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION