호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ῥέοντοσ γὰρ τοῦ Νείλου περὶ τὴν πόλιν καὶ κατὰ τὰσ ἀναβάσεισ ἐπικλύζοντοσ, ἀπὸ μὲν τοῦ νότου προεβάλετο χῶμα παμμέγεθεσ, πρὸσ μὲν τὴν πλήρωσιν τοῦ ποταμοῦ προβλήματοσ, πρὸσ δὲ τοὺσ ἀπὸ τῆσ γῆσ πολεμίουσ ἀκροπόλεωσ ἔχον τάξιν· ἐκ δὲ τῶν ἄλλων μερῶν πανταχόθεν ὤρυξε λίμνην μεγάλην καὶ βαθεῖαν, ἣ τὸ σφοδρὸν τοῦ ποταμοῦ δεχομένη καὶ πάντα τὸν περὶ τὴν πόλιν τόπον πληροῦσα, πλὴν ᾗ τὸ χῶμα κατεσκεύαστο, θαυμαστὴν ἐποίει τὴν ὀχυρότητα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기