호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῷ δ’ οὖν Ὀσίριδι συνεστρατεῦσθαι δύο λέγουσιν υἱοὺσ Ἄνουβίν τε καὶ Μακεδόνα, διαφέροντασ ἀνδρείᾳ. ἀμφοτέρουσ δὲ χρήσασθαι τοῖσ ἐπισημοτάτοισ ὅπλοισ ἀπό τινων ζῴων οὐκ ἀνοικείων τῇ περὶ αὐτοὺσ εὐτολμίᾳ· τὸν μὲν γὰρ Ἄνουβιν περιθέσθαι κυνῆν, τὸν δὲ Μακεδόνα λύκου προτομήν· ἀφ’ ἧσ αἰτίασ καὶ τὰ ζῷα ταῦτα τιμηθῆναι παρὰ τοῖσ Αἰγυπτίοισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기