Diodorus Siculus, Bibliotheca Historica, book 1, chapter 13 4:

(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 13 4:)

μετὰ δὲ ταῦτα τὸν Κρόνον ἄρξαι, καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν γεννῆσαι κατὰ μέν τινασ τῶν μυθολόγων Ὄσιριν καὶ Ἶσιν, κατὰ δὲ τοὺσ πλείστουσ Δία τε καὶ Ἥραν, οὓσ δι’ ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντοσ κόσμου. ἐκ δὲ τούτων γενέσθαι πέντε θεούσ, καθ’ ἑκάστην τῶν ἐπαγομένων παρ’ Αἰγυπτίοισ πένθ’ ἡμερῶν ἑνὸσ γεννηθέντοσ· ὀνόματα δὲ ὑπάρξαι τοῖσ τεκνωθεῖσιν Ὄσιριν καὶ Ἶσιν, ἔτι δὲ Τυφῶνα καὶ Ἀπόλλωνα καὶ Ἀφροδίτην·

SEARCH

MENU NAVIGATION