호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ παρ’ ἑτέροισ δὲ πλείοσιν ἔθνεσι παραδέδοται τοῦτο τὸ γένοσ τῆσ ἐπινοίασ ὑπάρξαι καὶ πολλῶν ἀγαθῶν αἴτιον γενέσθαι τοῖσ πεισθεῖσι· παρὰ μὲν γὰρ τοῖσ Ἀριανοῖσ Ζαθραύστην ἱστοροῦσι τὸν ἀγαθὸν δαίμονα προσποιήσασθαι τοὺσ νόμουσ αὐτῷ διδόναι, παρὰ δὲ τοῖσ ὀνομαζομένοισ Γέταισ τοῖσ ἀπαθανατίζουσι Ζάλμοξιν ὡσαύτωσ τὴν κοινὴν Ἑστίαν, παρὰ δὲ τοῖσ Ιοὐδαίοισ Μωυσῆν τὸν Ιαὢ ἐπικαλούμενον θεόν, εἴτε θαυμαστὴν καὶ θείαν ὅλωσ ἔννοιαν εἶναι κρίναντασ τὴν μέλλουσαν ὠφελήσειν ἀνθρώπων πλῆθοσ, εἴτε καὶ πρὸσ τὴν ὑπεροχὴν καὶ δύναμιν τῶν εὑρεῖν λεγομένων τοὺσ νόμουσ ἀποβλέψαντα τὸν ὄχλον μᾶλλον ὑπακούσεσθαι διαλαβόντασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기