호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπιμελοῦσ γὰρ, εἰ καὶ παρά τισιν ἄλλοισ, καὶ παρ’ Αἰγυπτίοισ παρατηρήσεωσ τυγχάνουσιν αἱ τῶν ἄστρων τάξεισ τε καὶ κινήσεισ· καὶ τὰσ μὲν περὶ ἑκάστων ἀναγραφὰσ ἐξ ἐτῶν ἀπίστων τῷ πλήθει φυλάττουσιν, ἐκ παλαιῶν χρόνων ἐζηλωμένησ παρ’ αὐτοῖσ τῆσ περὶ ταῦτα σπουδῆσ, τὰσ δὲ τῶν πλανήτων ἀστέρων κινήσεισ καὶ περιόδουσ καὶ στηριγμούσ, ἔτι δὲ τὰσ ἑκάστου δυνάμεισ πρὸσ τὰσ τῶν ζῴων γενέσεισ, τίνων εἰσὶν ἀγαθῶν ἢ κακῶν ἀπεργαστικαί, φιλοτιμότατα παρατετηρήκασι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기