- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, book 1, chapter 49

(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 49)

ἑξῆς δ ὑπάρχειν περίπατον οἴκων παντοδαπῶν πλήρη, καθ οὓς παντοῖα γένη βρωτῶν κατεσκευάσθαι τῶν πρὸς ἀπόλαυσιν ἡδίστων.? καθ ὃν δὴ γλυφαῖς ἐντυχεῖν εἶναι καὶ χρώμασιν ἐπηνθισμένον τὸν βασιλέα, φέροντα τῷ θεῷ χρυσὸν καὶ ἄργυρον, ὃν ἐξ ἁπάσης ἐλάμβανε τῆς Αἰγύπτου κατ ἐνιαυτὸν ἐκ τῶν ἀργυρείων καὶ χρυσείων μετάλλων:

ὑπογεγράφθαι δὲ καὶ τὸ πλῆθος, ὃ συγκεφαλαιούμενον εἰς ἀργυρίου λόγον εἶναι μνῶν τρισχιλίας καὶ διακοσίας μυριάδας. ἑξῆς δ ὑπάρχειν τὴν ἱερὰν βιβλιοθήκην, ἐφ ἧς ἐπιγεγράφθαι Ψυχῆς ἰατρεῖον, συνεχεῖς δὲ ταύτῃ τῶν κατ Αἴγυπτον θεῶν ἁπάντων εἰκόνας, τοῦ βασιλέως ὁμοίως δωροφοροῦντος ἃ προσῆκον ἦν ἑκάστοις, καθάπερ ἐνδεικνυμένου πρός τε τὸν Ὄσιριν καὶ τοὺς κάτω παρέδρους ὅτι τὸν βίον ἐξετέλεσεν εὐσεβῶν καὶ δικαιοπραγῶν πρός τε ἀνθρώπους καὶ θεούς.

ὁμότοιχον δὲ τῇ βιβλιοθήκῃ κατεσκευάσθαι περιττῶς οἶκον εἰκοσίκλινον, ἔχοντα τοῦ τε Διὸς καὶ τῆς Ἥρας, ἔτι δὲ τοῦ βασιλέως εἰκόνας, ἐν ᾧ δοκεῖν καὶ τὸ σῶμα τοῦ βασιλέως ἐντεθάφθαι.

κύκλῳ δὲ τούτου πλῆθος οἰκημάτων κατεσκευάσθαι γραφὴν ἐχόντων ἐκπρεπῆ πάντων τῶν καθιερωμένων ἐν Αἰγύπτῳ ζῴων:

ἀνάβασίν τε δι αὐτῶν εἶναι πρὸς ὅλον τὸν τάφον: ἣν διελθοῦσιν ὑπάρχειν ἐπὶ τοῦ μνήματος κύκλον χρυσοῦν τριακοσίων καὶ ἑξήκοντα καὶ πέντε πηχῶν τὴν περίμετρον, τὸ δὲ πάχος πηχυαῖον: ἐπιγεγράφθαι δὲ καὶ διῃρῆσθαι καθ ἕκαστον πῆχυν τὰς ἡμέρας τοῦ ἐνιαυτοῦ, παραγεγραμμένων τῶν κατὰ φύσιν γινομένων τοῖς ἄστροις ἀνατολῶν τε καὶ δύσεων καὶ τῶν διὰ ταύτας ἐπιτελουμένων ἐπισημασιῶν κατὰ τοὺς Αἰγυπτίους ἀστρολόγους. τοῦτον δὲ τὸν κύκλον ὑπὸ Καμβύσου καὶ Περσῶν ἔφασαν σεσυλῆσθαι καθ οὓς χρόνους ἐκράτησεν Αἰγύπτου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION