- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, book 1, chapter 42

(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 42)

τῆς πρώτης τῶν Διοδώρου βίβλων διὰ τὸ μέγεθος εἰς δύο βίβλους διῃρημένης ἡ πρώτη μὲν περιέχει προοίμιον περὶ ὅλης τῆς πραγματείας καὶ τὰ λεγόμενα παρ Αἰγυπτίοις περὶ τῆς τοῦ κόσμου γενέσεως καὶ τῆς τῶν ὅλων ἐξ ἀρχῆς συστάσεως, πρὸς δὲ τούτοις περὶ τῶν θεῶν, ὅσοι πόλεις ἔκτισαν κατ Αἴγυπτον ἐπωνύμους ἑαυτῶν ποιήσαντες, περί τε τῶν πρώτων γενομένων ἀνθρώπων καὶ τοῦ παλαιοτάτου βίου, τῆς τε τῶν ἀθανάτων τιμῆς καὶ τῆς τῶν ναῶν κατασκευῆς, ἑξῆς δὲ περὶ τῆς τοποθεσίας τῆς κατ Αἴγυπτον χώρας καὶ τῶν περὶ τὸν Νεῖλον ποταμὸν παραδοξολογουμένων, τῆς τε τούτου πληρώσεως τὰς αἰτίας καὶ τῶν ἱστορικῶν καὶ φιλοσόφων ἀποφάσεις, ἔτι δὲ τὰς πρὸς ἕκαστον τῶν συγγραφέων ἀντιρρήσεις:? ἐν ταύτῃ δὲ τῇ βίβλῳ τὰ συνεχῆ τοῖς προειρημένοις διέξιμεν.

ἀρχόμεθα δὲ ἀπὸ τῶν γενομένων πρώτων κατ Αἴγυπτον βασιλέων, καὶ τὰς κατὰ μέρος αὐτῶν πράξεις ἐκθησόμεθα μέχρι Ἀμάσιδος τοῦ βασιλέως, προεκθέμενοι κεφαλαιωδῶς τὴν ἀρχαιοτάτην ἀγωγὴν τῶν κατ Αἴγυπτον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION