호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκ ἀγνοῶ δὲ ὅτι τὴν πρὸσ τὴν ἑώ τοῦ ποταμοῦ τούτου καὶ τὴν πρὸσ ἑσπέραν Λιβύην ἀφορίζων Ἡρόδοτοσ ἀνατίθησι Λίβυσι τοῖσ ὀνομαζομένοισ Νασαμῶσι τὴν ἀκριβῆ θεωρίαν τοῦ ῥείθρου, καί φησιν ἔκ τινοσ λίμνησ λαμβάνοντα τὴν ἀρχὴν τὸν Νεῖλον φέρεσθαι διὰ χώρασ Αἰθιοπικῆσ ἀμυθήτου· οὐ μὴν αὐτόθεν οὔτε τοῖσ εἰποῦσι Λίβυσιν, εἴπερ καὶ πρὸσ ἀλήθειαν εἰρήκασιν, οὔτε τῷ συγγραφεῖ προσεκτέον ἀναπόδεικτα λέγοντι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기