호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νομοθετῆσαι δέ φασι τοὺς Αἰγυπτίους παρὰ τὸ κοινὸν ἔθος τῶν ἀνθρώπων γαμεῖν ἀδελφὰς διὰ τὸ γεγονὸς ἐν τούτοις τῆς Ἴσιδος ἐπίτευγμα:? ταύτην γὰρ συνοικήσασαν Ὀσίριδι τῷ ἀδελφῷ, καὶ ἀποθανόντος ὀμόσασαν οὐδενὸς ἔτι συνουσίαν ἀνδρὸς προσδέξεσθαι, μετελθεῖν τόν τε φόνον τἀνδρὸς καὶ διατελέσαι βασιλεύουσαν νομιμώτατα, καὶ τὸ σύνολον πλείστων καὶ μεγίστων ἀγαθῶν αἰτίαν γενέσθαι πᾶσιν ἀνθρώποις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기