호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτων δ ὄντων περὶ ταῦτα, τὸν Νεῖλόν φασι κατὰ τὴν τοῦ σειρίου ἄστρου ἐπιτολήν, ἐν ᾧ καιρῷ μάλιστα εἰώθε πληροῦσθαι, ῥαγέντα κατακλύσαι πολλὴν τῆς Αἰγύπτου, καὶ μάλιστα τοῦτο τὸ μέρος ἐπελθεῖν οὗ Προμηθεὺς εἶχε τὴν ἐπιμέλειαν:? διαφθαρέντων δὲ σχεδὸν ἁπάντων τῶν κατὰ ταύτην τὴν χώραν τὸν Προμηθέα διὰ τὴν λύπην κινδυνεύειν ἐκλιπεῖν τὸν βίον ἑκουσίως. διὰ δὲ τὴν ὀξύτητα καὶ τὴν βίαν τοῦ κατενεχθέντος ῥεύματος τὸν μὲν ποταμὸν Αἐτὸν ὀνομασθῆναι, τὸν δ Ἡρακλέα, μεγαλεπίβολον ὄντα καὶ τὴν ἀνδρείαν ἐζηλωκότα, τό τε γενόμενον ἔκρηγμα ταχέως ἐμφράξαι καὶ τὸν ποταμὸν ἐπὶ τὴν προϋπάρξασαν ῥύσιν ἀποστρέψαι.
διὸ καὶ τῶν παρ Ἕλλησι ποιητῶν τινας εἰς μῦθον ἀγαγεῖν τὸ πραχθέν, ὡς Ἡρακλέους τὸν ἀετὸν ἀνῃρηκότος τὸν τὸ τοῦ Προμηθέως ἧπαρ ἐσθίοντα.
τὸν δὲ ποταμὸν ἀρχαιότατον μὲν ὄνομα σχεῖν Ὠκεάνην, ὅς ἐστιν ἑλληνιστὶ Ὠκεανός:
ἔπειτα διὰ τὸ γενόμενον ἔκρηγμά φασιν Αἐτὸν ὀνομασθῆναι, ὕστερον δ Αἴγυπτον ἀπὸ τοῦ βασιλεύσαντος τῆς χώρας προσαγορευθῆναι: μαρτυρεῖν δὲ καὶ τὸν ποιητὴν λέγοντα στῆσα δ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας. κατὰ γὰρ τὴν καλουμένην Θῶνιν ἐμβάλλοντος εἰς θάλατταν τοῦ ποταμοῦ, τοῦτον τὸν τόπον ἐμπόριον εἶναι τὸ παλαιὸν τῆς Αἰγύπτου: τελευταίας δὲ τυχεῖν αὐτὸν ἧς νῦν ἔχει προσηγορίας ἀπὸ τοῦ βασιλεύσαντος Νειλέως. τὸν δ οὖν Ὄσιριν παραγενόμενον ἐπὶ τοὺς τῆς Αἰθιοπίας ὁρ´ους τὸν ποταμὸν ἐξ ἀμφοτέρων τῶν μερῶν χώμασιν ἀναλαβεῖν, ὥστε κατὰ τὴν πλήρωσιν αὐτοῦ τὴν χώραν μὴ λιμνάζειν παρὰ τὸ συμφέρον, ἀλλὰ διά τινων κατεσκευασμένων θυρῶν εἰσαφίεσθαι τὸ ῥεῦμα πρᾴως καθ ὅσον ἂν ᾖ χρεία.
ἔπειτα ποιήσασθαι τὴν πορείαν δι Ἀραβίας παρὰ τὴν Ἐρυθρὰν θάλατταν ἑώς Ἰνδῶν καὶ τοῦ πέρατος τῆς οἰκουμένης.
κτίσαι δὲ καὶ πόλεις οὐκ ὀλίγας ἐν Ἰνδοῖς, ἐν αἷς καὶ Νῦσαν ὀνομάσαι, βουλόμενον μνημεῖον ἀπολιπεῖν ἐκείνης καθ ἣν ἐτράφη κατ Αἴγυπτον.
φυτεῦσαι δὲ καὶ κιττὸν ἐν τῇ παρ Ἰνδοῖς Νύσῃ, καὶ διαμένειν τοῦτο τὸ φυτὸν ἐν ἐκείνῳ μόνῳ τῷ τόπῳ τῶν τε κατὰ τὴν Ἰνδικὴν καὶ τὴν ὅμορον χώραν. πολλὰ δὲ καὶ ἄλλα σημεῖα τῆς ἑαυτοῦ παρουσίας ἀπολελοιπέναι κατ ἐκείνην τὴν χώραν, δι ὧν προαχθέντας τοὺς μεταγενεστέρους τῶν Ἰνδῶν ἀμφισβητῆσαι τοῦ θεοῦ, λέγοντας Ἰνδὸν εἶναι τὸ γένος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기