호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διόπερ ἡμεῖσ ὁρῶντεσ ταύτην τὴν ὑπόθεσιν χρησιμωτάτην μὲν οὖσαν, πολλοῦ δὲ πόνου καὶ χρόνου προσδεομένην, τριάκοντα μὲν ἔτη περὶ αὐτὴν ἐπραγματεύθημεν, μετὰ δὲ πολλῆσ κακοπαθείασ καὶ κινδύνων ἐπήλθομεν πολλὴν τῆσ τε Ἀσίασ καὶ τῆσ Εὐρώπησ, ἵνα τῶν ἀναγκαιοτάτων καὶ πλείστων μερῶν αὐτόπται γενηθῶμεν· πολλὰ γὰρ παρὰ τὰσ ἀγνοίασ τῶν τόπων διήμαρτον οὐχ οἱ τυχόντεσ τῶν συγγραφέων, ἀλλά τινεσ καὶ τῶν τῇ δόξῃ πεπρωτευκότων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기