호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βίῳ γὰρ τὸ παλαιὸν Αἰγυπτίους φασὶ χρῆσθαι τὸ μὲν ἀρχαιότατον πόαν ἐσθίοντας καὶ τῶν ἐν τοῖς ἕλεσι γινομένων τοὺς καυλοὺς καὶ τὰς ῥίζας, πεῖραν διὰ τῆς γεύσεως ἑκάστου λαμβάνοντας, πρώτην δὲ καὶ μάλιστα προσενέγκασθαι τὴν ὀνομαζομένην ἄγρωστιν διὰ τὸ καὶ τῇ γλυκύτητι διάφορον εἶναι καὶ τὴν τροφὴν ἀρκοῦσαν παρέχεσθαι τοῖς σώμασι τῶν ἀνθρώπων:? καὶ γὰρ τοῖς κτήνεσι ταύτην θεωρεῖσθαι προσηνῆ καὶ ταχὺ τοὺς ὄγκους αὐτῶν προσανατρέφειν.
διὸ καὶ τῆς εὐχρηστίας τῆς περὶ τὴν βοτάνην ταύτην μνημονεύοντας τοὺς ἀνθρώπους μέχρι τοῦ νῦν, ὅταν πρὸς θεοὺς βαδίζωσι, τῇ χειρὶ ταύτης λαμβάνοντας προσεύχεσθαι: οἰόνται γὰρ τὸν ἄνθρωπον ἕλειον καὶ λιμνῶδες εἶναι ζῷον, ἀπό τε τῆς λειότητος τεκμαιρόμενοι καὶ τῆς φυσικῆς ποιότητος, ἔτι δὲ τοῦ προσδεῖσθαι τροφῆς τῆς ὑγρᾶς μᾶλλον ἢ τῆς ξηρᾶς. δευτέραν δὲ λέγουσιν ἔχειν διαγωγὴν τοὺς Αἰγυπτίους τὴν τῶν ἰχθύων βρῶσιν, πολλὴν δαψίλειαν παρεχομένου τοῦ ποταμοῦ, καὶ μάλισθ ὅτε μετὰ τὴν ἀνάβασιν ταπεινούμενος ἀναξηραίνοιτο.
ὁμοίως δὲ καὶ τῶν βοσκημάτων ἔνια σαρκοφαγεῖν, καὶ ταῖς δοραῖς τῶν κατεσθιομένων ἐσθῆσι χρῆσθαι, καὶ τὰς οἰκήσεις ἐκ τῶν καλάμων κατασκευάζεσθαι.
ἴχνη δὲ τούτων διαμένειν παρὰ τοῖς νομεῦσι τοῖς κατ Αἴγυπτον, οὓς ἅπαντάς φασι μέχρι τοῦ νῦν μηδεμίαν ἄλλην οἴκησιν ἢ τὴν ἐκ τῶν καλάμων ἔχειν, δοκιμάζοντας ἀρκεῖσθαι ταύτῃ. πολλοὺς δὲ χρόνους τούτῳ τῷ βίῳ διεξαγαγόντας τὸ τελευταῖον ἐπὶ τοὺς ἐδωδίμους μεταβῆναι καρπούς, ὧν εἶναι καὶ τὸν ἐκ τοῦ λωτοῦ γινόμενον ἄρτον.
καὶ τούτων τὴν εὑρ´εσιν οἱ μὲν εἰς τὴν Ἶσιν ἀναφέρουσιν, οἱ δ εἴς τινα τῶν παλαιῶν βασιλέων τὸν ὀνομαζόμενον Μηνᾶν. οἱ δ ἱερεῖς εὑρετὴν τῶν μὲν παιδειῶν καὶ τῶν τεχνῶν μυθολογοῦσι τὸν Ἑρμῆν γεγονέναι, τῶν δ εἰς τὸν βίον ἀναγκαίων τοὺς βασιλεῖς:
διὸ καὶ τὸ παλαιὸν παραδίδοσθαι τὰς βασιλείας μὴ τοῖς ἐκγόνοις τῶν ἀρξάντων, ἀλλὰ τοῖς πλεῖστα καὶ μέγιστα τὸ πλῆθος εὐεργετοῦσιν, εἴτε προκαλουμένων τῶν ἀνθρώπων τοὺς ἐφ ἑαυτῶν βασιλεῖς ἐπὶ τὴν κοινὴν εὐεργεσίαν, εἴτε καὶ κατ ἀλήθειαν ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς οὕτω παρειληφότων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기