호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δ’ Ἀμίλκασ τὸ μὲν πρῶτον ἐπεχείρει πολιορκεῖν τὴν Γέλαν, πυνθανόμενοσ δὲ ἐν ταύτῃ καὶ δύναμιν εἶναι τὴν ἀμυνομένην καὶ πάντων εὐπορεῖν τὸν Ἀγαθοκλέα ταύτησ μὲν ἀπέστη τῆσ ἐπιβολῆσ, τὰ δὲ φρούρια καὶ τὰσ πόλεισ ἐπιπορευόμενοσ προσήγετο καὶ πᾶσιν ἐχρῆτο φιλανθρώπωσ, ἐκκαλούμενοσ τοὺσ Σικελιώτασ πρὸσ εὔνοιαν. καὶ Καμαριναῖοι μὲν καὶ Λεοντῖνοι, πρὸσ δὲ τούτοισ Καταναῖοι καὶ Ταυρομενῖται παραχρῆμα πρέσβεισ ἐκπέμψαντεσ προσέθεντο Καρχηδονίοισ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기