- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 109 4:

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 109 4:)

διὸ καὶ ταῖς ψυχαῖς πάλιν θαρρήσαντες οἱ μὲν ἐκ τῆς παρεμβολῆς κατὰ στόμα ἐκινδύνευον, οἱ δὲ παρόντες ἐπὶ τὴν βοήθειαν κύκλῳ περιίσταντο τοὺς Ἕλληνας.? ὧν τιτρωσκομένων παραδόξως ἡ μὲν μάχη ταχὺ παλίντροπος ἐγένετο, ἔφευγον δ οἱ μὲν εἰς τὸν Ἱμέραν ποταμόν, οἱ δ εἰς τὴν παρεμβολήν. τεσσαράκοντα σταδίους δ ἐχούσης τῆς ἀποχωρήσεως καὶ ταῦτα σχεδὸν πάσης πεδινῆς οὔσης ἐπεδίωκον οἱ τῶν βαρβάρων ἱππεῖς, οὐκ ἔλασσον ὄντες πεντακισχιλίων. διὸ καὶ συνέβη τὸν μεταξὺ τόπον νεκρῶν πληρωθῆναι, πολλὰ συμβαλλομένου καὶ τοῦ ποταμοῦ πρὸς τὴν τῶν Ἑλλήνων ἀπώλειαν:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION