호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὗτοι δ’ ὁρῶντεσ ἐφορμούσασ τῷ λιμένι τὰσ τοῦ Κασάνδρου ναῦσ πῦρ ἐνῆκαν καὶ τέσσαρασ μὲν κατέκαυσαν, παρ’ ὀλίγον δὲ καὶ πάσασ διέφθειραν· τοῖσ δ’ ἐλαττουμένοισ παραγενομένησ βοηθείασ ἐξ Ἀθηνῶν ἐπέπλευσαν οἱ περὶ Κάσανδρον καταφρονοῦσι τοῖσ πολεμίοισ. συμβαλόντεσ δ’ αὐτοῖσ μίαν μὲν κατέδυσαν, τρεῖσ δ’ αὐτάνδρουσ ἔλαβον. καὶ τὰ μὲν πραχθέντα περὶ τὴν Ἑλλάδα καὶ τὸν Πόντον τοιαῦτ’ ἦν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기