호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τάδε ἔνεστιν ἐν τῇ ἐννεακαιδεκάτῃ τῶν Διοδώρου βύβλων.? α. περὶ τῶν ἀφορμῶν αἷς χρησάμενος Ἀγαθοκλῆς τύραννος ἐγένετο τῶν Συρακουσίων. β. ὡς οἱ Κροτωνιατῶν φυγάδες ἐπιστρατεύσαντες ἐπὶ τὴν πατρίδα πάντες ἀνῃρέθησαν. γ. Ὀλυμπιάδος μετὰ τοῦ παιδὸς κάθοδος ἐπὶ τὴν βασιλείαν. δ. Εὐρυδίκης καὶ Φιλίππου τοῦ βασιλέως ἅλωσις καὶ θάνατος. ε. ὡς Εὐμενὴς ἔχων τοὺς ἀργυράσπιδας ἀνέβη μὲν εἰς τὰς ἄνω σατραπείας, συνήγαγε δὲ τούς τε σατράπας καὶ τὰς δυνάμεις εἰς τὴν Περσίδα. ς. ὡς Ἄτταλος καὶ Πολέμων μετὰ τῶν συνεπιθεμένων τῇ φυλακῇ ληφθέντες ἀνῃρέθησαν. ζ. ὡς Ἀντίγονος διώξας Εὐμενῆ περὶ τὸν Κοπράτην ποταμὸν ἠλαττώθη. η. ὡς εἰς Μηδίαν ἀναζεύξας ἐν ταῖς παρόδοις πολλοὺς ἀπέβαλε τῶν στρατιωτῶν. θ. παράταξις Ἀντιγόνου πρὸς Εὐμενῆ καὶ τοὺς σατράπας ἐν Παραιτάκοις. ι. ἀποχώρησις Ἀντιγόνου μετὰ τῆς δυνάμεως εἰς Μηδίαν πρὸς χειμασίαν. ια. Κασάνδρου στρατεία εἰς Μακεδονίαν καὶ πολιορκία Ὀλυμπιάδος ἐν Πύδνῃ. ιβ. ὡς κατεστρατήγησεν Εὐμενὴς τοὺς περὶ Ἀντίγονον διὰ τῆς ἐρήμου πορευομένους. ιγ. Ἀντιγόνου πορεία διὰ τῆς ἐρήμου ἐπὶ τοὺς πολεμίους καὶ ἐπίθεσις τοῖς ἐν τῇ παραχειμασίᾳ θηρίοις. ιδ. ὡς παρατάξεως γενομένης Ἀντίγονος ἐκυρίευσε πάσης τῆς τῶν ἀντιταχθέντων δυνάμεως. ιε. ὡς Εὐμενῆ καὶ τῶν ἄλλων ἡγεμόνων τοὺς ἀλλοτρίως πρὸς αὐτὸν διατεθέντας ἀνεῖλεν. ις. ὁ γενόμενος ἐν Ῥόδῳ κατακλυσμὸς καὶ τὰ συμβάντα περὶ τὴν πόλιν ἀτυχήματα. ιζ. Πείθωνος ὑπ Ἀντιγόνου θάνατος καὶ τῶν δι αὐτὸν ἀποστάντων εἰς τὴν Μηδίαν ἀναίρεσις. ιη. Ὀλυμπιάδος ἅλωσις ὑπὸ Κασάνδρου καὶ θάνατος. ιθ. ὡς Κάσανδρος Θεσσαλονίκην ἔγημε τὴν Φιλίππου τοῦ Ἀμύντου, ἐπώνυμον δ ἑαυτοῦ πόλιν ἔκτισεν ἐπὶ τῆς Παλλήνης. κ. ὡς Πολυπέρχων ἀπογνοὺς τὰ πρὸς τοὺς βασιλεῖς ἔφυγεν εἰς τὴν Αἰτωλίαν. κα. ὡς Κάσανδρος τὴν τῶν Θηβαίων πόλιν ὑπ Ἀλεξάνδρου κατεσκαμμένην ἀποκατέστησε. κβ. περὶ τῶν ἐν τοῖς ἀρχαίοις χρόνοις συμβάντων τῇ πόλει τῶν Θηβαίων καὶ ποσάκις ἀνάστατος ἐγένετο. κγ. περὶ τῶν πραχθέντων Κασάνδρῳ κατὰ Πελοπόννησον. κδ. Ἀντιγόνου μετὰ τῆς δυνάμεως κατάβασις ἐπὶ θάλατταν καὶ φυγὴ Σελεύκου πρὸς Πτολεμαῖον εἰς Αἴγυπτον. κε. σύνθεσις Πτολεμαίου καὶ Σελεύκου καὶ Κασάνδρου, πρὸς δὲ τούτοις καὶ Λυσιμάχου πρὸς τὸν κατ Ἀντιγόνου πόλεμον. κς. ὡς Ἀντίγονος ναῦς τε πολλὰς ἐναυπηγήσατο καὶ στρατηγοὺς ἀπέστειλεν εἴς τε τὴν Ἑλλάδα καὶ τὸν Πόντον. κζ. ὡς πρὸς Ἀλέξανδρον τὸν Πολυπέρχοντος φιλίαν συνέθετο καὶ Τύρον ἐξεπολιόρκησε καὶ ὡς Ἀλέξανδρος μετέθετο πρὸς Κάσανδρον. κη. ὡς Πολύκλειτος ὁ Πτολεμαίου ναύαρχος ἐνίκησε τοὺς Ἀντιγόνου στρατηγοὺς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. κθ. περὶ τῆς Ἀγαθοκλέους στρατείας ἐπὶ Μεσσηνίους καὶ τῆς μεσιτευθείσης εἰρήνης ὑπὸ Καρχηδονίων. λ. Νουκερίας ἀπόστασις ἀπὸ Ῥωμαίων. λα. τὰ πραχθέντα τοῖς Ἀντιγόνου καὶ Κασάνδρου στρατηγοῖς περὶ τὴν Ἑλλάδα. λβ. Κασάνδρου στρατεία εἰς τὴν Αἰτωλίαν καὶ τοὺς κατὰ τὸν Ἀδρίαν τόπους. λγ. ἅλωσις περὶ Καρίαν τῆς ἀποσταλείσης ὑπὸ Κασάνδρου δυνάμεως. λδ. ὡς οἱ φυγάδες τῶν Συρακουσίων Ἀκραγαντίνους πείσαντες πολεμεῖν Ἀγαθοκλεῖ στρατηγὸν ἐκ Λακεδαίμονος Ἀκρότατον μετεπέμψαντο. λε. ὡς οὗτος μὲν παραλαβὼν τὴν ἡγεμονίαν τυραννικῶς ἄρχων διεγένετο, οἱ δ Ἀκραγαντῖνοι τὴν εἰρήνην ἐποιήσαντο πρὸς τὸν δυνάστην. λς. τὰ πραχθέντα Ῥωμαίοις περὶ τὴν Ιἀπυγίαν. λζ. Καλλαντιανῶν ἀπόστασις ἀπὸ Λυσιμάχου καὶ τὰ συμβάντα τοῖς ἐπὶ τὴν βοήθειαν ἀποσταλεῖσιν ὑπ Ἀντιγόνου. λη. ὡς Φίλιππος ἀποσταλεὶς ὑπὸ Κασάνδρου στρατηγὸς εἰς τὴν Αἰτωλίαν ἐνίκησεν Αἰτωλοὺς ἅμα καὶ τοὺς Ἠπειρώτας. λθ. ὡς Ῥωμαῖοι μάχῃ νικήσαντες Σαμνίτας μετ ὀλίγον Καμπανοὺς ἀποστάντας προσηγάγοντο. μ. ὡς Ἀντίγονος Πολέμωνα στρατηγὸν ἐξαπέστειλε μετὰ δυνάμεως ἐλευθερώσοντα τοὺς Ἕλληνας καὶ τὰ πραχθέντα περὶ τὴν Ἑλλάδα. μα. ἀπόστασις Κυρηναίων καὶ ἅλωσις, ἔτι δὲ Πτολεμαίου στρατεία εἰς Κύπρον καὶ Συρίαν. μβ. μάχη Δημητρίου πρὸς Πτολεμαῖον καὶ νίκη Πτολεμαίου. μγ. ἀπόστασις Τελεσφόρου τοῦ στρατηγοῦ ἀπὸ Ἀντιγόνου. μδ. τὰ περὶ τὴν Ἤπειρον καὶ τὸν Ἀδρίαν πραχθέντα Κασάνδρῳ. με. ὡς Σέλευκος παρὰ Πτολεμαίου λαβὼν δύναμιν ὀλίγην ἐκράτησε Βαβυλῶνος καὶ τὴν προϋπάρχουσαν αὐτῷ σατραπείαν ἀνεσώσατο. μς. ὡς Ἀντίγονος ἀκινδύνως παραλαβὼν Κοίλην Συρίαν δύναμιν ἐξέπεμψεν εἰς τὴν Ἀραβίαν. μζ. περὶ τῶν νομίμων οἷς χρᾶται τὰ ἔθνη τῶν Ἀράβων. μη. περὶ τῆς καλουμένης Ἀσφαλτίτιδος λίμνης. μθ. ὡς Ἀντίγονος τὸν υἱὸν Δημήτριον ἐξαπέστειλε μετὰ τῆς δυνάμεως εἰς τὴν Βαβυλωνίαν. ν. περὶ τῶν πραχθέντων Ῥωμαίοις καὶ Σαμνίταις. να. ὡς Ἀγαθοκλῆς Μεσσηνίους παρακρουσάμενος τῆς πόλεως ἐκυρίευσεν. νβ. ὡς τοὺς ἀντιταξαμένους Μεσσηνίων καὶ Ταυρομενιτῶν, ἔτι δὲ Κεντοριπίνων ἀπέσφαξεν. νγ. ὡς Ἀγαθοκλῆς Δεινοκράτη καὶ τοὺς φυγάδας περὶ Γαλαρίαν ἐνίκησεν. νδ. Ῥωξάνης καὶ Ἀλεξάνδρου τοῦ βασιλέως θάνατος. νε. τὰ πραχθέντα Ῥωμαίοις κατὰ τὴν Ἰταλίαν. νς. περὶ τῆς γενομένης τοῖς Καρχηδονίοις ναυαγίας. νζ. ὡς Καρχηδόνιοι περὶ τὸν Ἱμέραν Ἀγαθοκλέα παρατάξει νικήσαντες συνέκλεισαν εἰς τὰς Συρακούσσας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기