Diodorus Siculus, Bibliotheca Historica, book 4, chapter 67 1:

(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 67 1:)

οἱ δ’ ἐπίγονοι τὴν στρατείαν ἐπιφανῆ πεποιημένοι μετὰ πολλῶν λαφύρων ἀνέκαμψαν εἰσ τὰσ πατρίδασ. τῶν δὲ Καδμείων τῶν συμφυγόντων εἰσ τὸ Τιλφωσσαῖον Τειρεσίασ μὲν ἐτελεύτησεν, ὃν θάψαντεσ λαμπρῶσ οἱ Καδμεῖοι τιμαῖσ ἰσοθέοισ ἐτίμησαν· αὐτοὶ δὲ μεταναστάντεσ ἐκ τῆσ πόλεωσ ἐπὶ Δωριεῖσ ἐστράτευσαν, καὶ μάχῃ νικήσαντεσ τοὺσ ἐγχωρίουσ ἐκείνουσ μὲν ἐξέβαλον ἐκ τῶν πατρίδων, αὐτοὶ δ’ ἐπί τινασ χρόνουσ κατοικήσαντεσ, οἱ μὲν ἐν αὐτῇ κατέμειναν, οἱ δ’ ἐπανῆλθον εἰσ τὰσ Θήβασ, Κρέοντοσ τοῦ Μενοικέωσ βασιλεύοντοσ. οἱ δ’ ἐκ τῶν πατρίδων ἐξελαθέντεσ ὕστερόν τισι χρόνοισ κατῆλθον εἰσ τὴν Δωρίδα καὶ κατῴκησαν ἐν Ἐρινεῷ καὶ Κυτινίῳ καὶ Βοιῷ.

SEARCH

MENU NAVIGATION