호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀεὶ δὲ μᾶλλον τῇ νόσῳ βαρυνόμενοσ αὐτὸσ μὲν ἀπέστειλεν εἰσ Δελφοὺσ Λικύμνιον καὶ Ιὄλαον ἐπερωτήσοντασ τὸν Ἀπόλλωνα τί χρὴ περὶ τῆσ νόσου πράττειν, Δηιάνειρα δὲ τὸ μέγεθοσ τῆσ Ἡρακλέουσ συμφορᾶσ καταπεπληγμένη, καὶ συνειδυῖα ἑαυτῇ τὴν ἁμαρτίαν, ἀγχόνῃ τὸν βίον κατέστρεψεν. ὁ δὲ θεὸσ ἔχρησε κομισθῆναι τὸν Ἡρακλέα μετὰ τῆσ πολεμικῆσ διασκευῆσ εἰσ τὴν Οἴτην, κατασκευάσαι δὲ πλησίον αὐτοῦ πυρὰν εὐμεγέθη·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기