호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δ’ Ἡρακλῆσ τὴν μὲν χώραν παρέθετο τοῖσ ἐγχωρίοισ, συγχωρήσασ αὐτοῖσ λαμβάνειν τοὺσ καρπούσ, μέχρι ἄν τισ τῶν ἐκγόνων αὐτοῦ παραγενόμενοσ ἀπαιτήσῃ· ὅπερ καὶ συνέβη γενέσθαι. πολλαῖσ γὰρ ὕστερον γενεαῖσ Δωριεὺσ ὁ Λακεδαιμόνιοσ καταντήσασ εἰσ τὴν Σικελίαν καὶ τὴν χώραν ἀπολαβὼν ἔκτισε πόλιν Ἡράκλειαν. ταχὺ δ’ αὐτῆσ αὐξομένησ, οἱ Καρχηδόνιοι φθονήσαντεσ ἅμα καὶ φοβηθέντεσ μήποτε πλέον ἰσχύσασα τῆσ Καρχηδόνοσ ἀφέληται τῶν Φοινίκων τὴν ἡγεμονίαν, στρατεύσαντεσ ἐπ’ αὐτὴν μεγάλαισ δυνάμεσι καὶ κατὰ κράτοσ ἑλόντεσ κατέσκαψαν. ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέροσ ἐν τοῖσ οἰκείοισ χρόνοισ ἀναγράψομεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기