호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκ ἄξιον δὲ παραλιπεῖν οὐδὲ τὰσ ὑπὸ τῶν θεῶν αὐτῷ δοθείσασ δωρεὰσ διὰ τὴν ἀρετήν. ἀπὸ γὰρ τῶν πολέμων τραπέντοσ αὐτοῦ πρὸσ ἀνέσεισ τε καὶ πανηγύρεισ, ἔτι δ’ ἑορτὰσ καὶ ἀγῶνασ, ἐτίμησαν αὐτὸν δωρεαῖσ οἰκείαισ ἕκαστοσ τῶν θεῶν, Ἀθηνᾶ μὲν πέπλῳ, Ἥφαιστοσ δὲ ῥοπάλῳ καὶ θώρακι· καὶ πρὸσ ἀλλήλουσ ἐφιλοτιμήθησαν οἱ προειρημένοι θεοὶ κατὰ τὰσ τέχνασ, τῆσ μὲν πρὸσ εἰρηνικὴν ἀπόλαυσιν καὶ τέρψιν, τοῦ δὲ πρὸσ τὴν τῶν πολεμικῶν κινδύνων ἀσφάλειαν. τῶν δ’ ἄλλων Ποσειδῶν μὲν ἵππουσ ἐδωρήσατο, Ἑρμῆσ δὲ ξίφοσ, Ἀπόλλων δὲ τόξον τε ἔδωκε καὶ τοξεύειν ἐδίδαξε, Δημήτηρ δὲ πρὸσ τὸν καθαρμὸν τοῦ Κενταύρων φόνου τὰ μικρὰ μυστήρια συνεστήσατο, τὸν Ἡρακλέα τιμῶσα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기