호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα δὲ ποιέων διεξήιε τὴν ἤπειρον, ἐσ ὃ ἐκ τῆσ Ἀσίησ ἐσ τὴν Εὐρώπην διαβὰσ τούσ τε Σκύθασ κατεστρέψατο καὶ τοὺσ Θρήικασ. ἐσ τούτουσ δέ μοι δοκέει καὶ προσώτατα ἀπικέσθαι ὁ Αἰγύπτιοσ στρατόσ· ἐν μὲν γὰρ τῇ τούτων χώρῃ φαίνονται σταθεῖσαι αἱ στῆλαι, τὸ δὲ προσωτέρω τούτων οὐκέτι. ἐνθεῦτεν δὲ ἐπιστρέψασ ὀπίσω ἠιέ, καὶ ἐπείτε ἐγίνετο ἐπὶ Φάσι ποταμῷ, οὐκ ἔχω τὸ ἐνθεῦτεν ἀτρεκέωσ εἰπεῖν εἴτε αὐτὸσ ὁ βασιλεὺσ Σέσωστρισ ἀποδασάμενοσ τῆσ ἑωυτοῦ στρατιῆσ μόριον ὅσον δὴ αὐτοῦ κατέλιπε τῆσ χώρησ οἰκήτορασ, εἴτε τῶν τινεσ στρατιωτέων τῇ πλάνῃ αὐτοῦ ἀχθεσθέντεσ περὶ Φᾶσιν ποταμὸν κατέμειναν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기