호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄγραι δὲ σφέων πολλαὶ κατεστᾶσι καὶ παντοῖαι· ἣ δ’ ὦν ἔμοιγε δοκέει ἀξιωτάτη ἀπηγήσιοσ εἶναι, ταύτην γράφω. ἐπεὰν νῶτον ὑὸσ δελεάσῃ περὶ ἄγκιστρον, μετιεῖ ἐσ μέσον τὸν ποταμόν, αὐτὸσ δὲ ἐπὶ τοῦ χείλεοσ τοῦ ποταμοῦ ἔχων δέλφακα ζωὴν ταύτην τύπτει. ἐπακούσασ δὲ τῆσ φωνῆσ ὁ κροκόδειλοσ ἱέται κατὰ τὴν φωνήν, ἐντυχὼν δὲ τῷ νώτῳ καταπίνει·
οἳ δὲ ἕλκουσι. ἐπεὰν δὲ ἐξελκυσθῇ ἐσ γῆν, πρῶτον ἁπάντων ὁ θηρευτὴσ πηλῷ κατ’ ὦν ἔπλασε αὐτοῦ τοὺσ ὀφθαλμούσ· τοῦτο δὲ ποιήσασ κάρτα εὐπετέωσ τὰ λοιπὰ χειροῦται, μὴ ποιήσασ δὲ τοῦτο σὺν πόνῳ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기